Pagine

domenica 19 gennaio 2014

SOLONE - Elegia alle Muse - metrica ed analisi

Congiunzioni
Preposizioni – avverbi
Verbi
Verbi principali
Nominativo
Pronome relativo
Genitivo assoluto

METRICA
ANALISI
Μνημοσύνης καὶ Ζηνός λυμπίου ἀγλαὰ τέκνα,
Μοσαι Πιερίδες, | κλτέ μοι εὐχομέν·
λβον μοι πρὸς θεν μακάρων δότε καὶ πρὸς ἀπάντων
νθρώπων αἰεὶ | δόξαν ἔξειν ἀγαθήν·
Εἶναι δ γλυκὺν δε φίλοισ’, ἐχθροῖσι δὲ πικρὸν,
τοῖσι μὲν αἰδοῖον, | τοῖσι δὲ δεινὸν ἰδεῖν.
Χρήματα δμείρω μὲν ἔχειν, ἀδίκως δὲ πεπσθαι
οὐκ ἐθέλω· πάντως | στερον λθε δίκη.
Πλοῦτον δ’ ν μὲν δσι θεοί, παραγίγνεται νδρί
μπεδος κ νεάτου | πυθμένος ς κορυφήν·
ν δ’ ἄνδρες μετίωσιν ὑφ’ βριος, οὐ κατὰ κόσμον
ρχεται, λλ’ ἀδικοισ’ | ργμασι πειθόμενος
οὐκ ἐθέλων ἕπεται, ταχέως δ’ ἀναμίσγεται τη·
ρχὴ δ’ ξ ὀλίγου | γίγνεται στε πυρός
φλαύρη μν τὸ πρτον, ἀνιηρ δὲ τελευτᾷ·
οὐ γὰρ δ <ν> θντετοῖσ’ | βριος ργα πέλει.
λλὰ Ζεὺς πάντω(ον) ἐφορ τέλος, ξαπίνης δέ –
στ’ ἄνεμος νεφέλας | αἷψας διεσκέδασεν
ρινός, ς πόντου πολυκύμονος τρυγέτοιο
πυθμένα κινήσας, | γν κατὰ πυροφόρον
δώσας καλὰ ργα θεν ἕδος αἰπὺν ἰκάνει
οὐρανόν, αἰθρίης | δ’ αὖτις ἔθηκεν ἰδεῖν·
λάμπει δ’ ελίοιο μένος κατὰ πίονα γαῖαν
καλόν, ἀτρ νεφέων | οὐδὲν ἔτ’ στιν ἰδεῖν –
τοιαῦτη Ζηνς πέλεται τίσις, οὐ δ’ ἐφ’ ἑκάστῳ
σπερ θνητὸς ἀνρ | γίγνετ(αι) ξύχολος,
αἰεὶ δ’ οὔ ἑ λέληθε διαμπερὲς στις ἀλιτρόν
θυμὸν ἔχ, πάντως | δ’ ς τέλος ξεφάνη·
λλ’ δ’ μὲν αὐτίκ’ ἔτεισεν, ὅ δ’ στερον; οἵ δὲ φύγωσιν
αὐτοί, μ δὲ θεν | μοῖρ’ ἐπιοῦσα κίχ,
λυθε πάντως αὖτις· ἀναίτιοι ργα τίνουσιν
παῖδες τούτων | γέ<ν>ο<ς ξ> οπίσω.
Μνημοσύνης καὶ Ζηνός Ὀλυμπίου ἀγλαὰ τέκνα,
Μοῦσαι Πιερίδες, κλῦτέ μοι εὐχομένῳ·
ὄλβον μοι πρὸς θεῶν μακάρων δότε κα πρὸς ἀπάντων
ἀνθρώπων αἰεὶ δόξαν ἔξειν ἀγαθήν·
Εἶναι δὲ γλυκὺν ὧδε φίλοισ’, ἐχθροῖσι δὲ πικρὸν,
τοῖσι μὲν αἰδοῖον, τοῖσι δὲ δεινὸν ἰδεῖν.
Χρήματα δἱμείρω μὲν ἔχειν, ἀδίκως δὲ πεπᾶσθαι
οὐκ ἐθέλω· πάντως ὔστερον ἧλθε δίκη.
Πλοῦτον δ’ ὅν μὲν δῶσι θεοί, παραγίγνεται ἀνδρί
ἔμπεδος ἐκ νεάτου πυθμένος ἐς κορυφήν·
ὅν δἄνδρες μετίωσιν ὑφ’ ὕβριος, οὐ κατὰ κόσμον
ἔρχεται, ἀλλ’ ἀδικοισ’ ἔργμασι πειθόμενος
οὐκ ἐθέλων ἕπεται, ταχέως δἀναμίσγεται ἄτη·
ἀρχὴ δἐξ ὀλίγου γίγνεται ὤστε πυρός
φλαύρη μὲν τὸ πρῶτον, ἀνιηρὴ δὲ τελευτᾷ·
οὐ γὰρ δὴ <ν> θντετοῖσ’ ὕβριος ἔργα πέλει.
Ἀλλὰ Ζεὺς πάντων ἐφορᾷ τέλος, ὠξαπίνης δέ
ὤστ’ ἄνεμος νεφέλας αἷψας διεσκέδασεν
ἡρινός, ὅς πόντου πολυκύμονος ἀτρυγέτοιο
πυθμένα κινήσας, γῆν κατὰ πυροφόρον
δῃώσας καλὰ ἔργα θεῶν ἕδος αἰπὺν ἰκάνει
οὐρανόν, αἰθρίης δαὖτις ἔθηκεν ἰδεῖν·
λάμπει δ’ ἠελίοιο μένος κατὰ πίονα γαῖαν
καλόν, ἀτὰρ νεφέων οὐδὲν ἔτ’ ἔστιν ἰδεῖν
τοιαῦτη Ζηνὸς πέλεται τίσις, οὐ δἐφ’ ἑκάστῳ
ὥσπερ θνητὸς ἀνὴρ γίγνεται ὀξύχολος,
αἰεὶ δοὔλέληθε διαμπερὲς ὅστις ἀλιτρόν
θυμὸν ἔχῃ, πάντως δἐς τέλος ἐξεφάνη·
ἀλλ’ δμὲν αὐτίκ’ ἔτεισεν, δ ὕστερον; οἵ δὲ φύγωσιν
αὐτοί, μὴ δὲ θεῶν μοῖρ’ ἐπιοῦσα κίχῃ,
ἤλυθε πάντως αὖτις· ἀναίτιοι ἔργα τίνουσιν
παῖδες τούτων γέ<ν>ο<ς ἐξ> οπίσω.

2 commenti:

  1. non hai anche la continuazione?

    RispondiElimina
    Risposte
    1. no mi dispiace! ho messo solo il pezzo che la prof ci ha fatto studiare.

      Elimina